Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.178 Joseph. AJ 4.183 (English) >>Joseph. AJ 4.188

4.181μόνον οἷς θεὸς ὑμᾶς ἕπεσθαι βούλεται, τούτοις πειθαρχεῖτε, καὶ μήτε νομίμων τῶν παρόντων ἄλλην προτιμήσητε διάταξιν μήτʼ εὐσεβείας ἧς νῦν περὶ τὸν θεὸν ἔχοντες καταφρονήσαντες εἰς ἄλλον μεταστήσησθε τρόπον. ταῦτα δὲ πράττοντες ἀλκιμώτατοι μάχας διενεγκεῖν ἁπάντων ἔσεσθε καὶ μηδενὶ τῶν ἐχθρῶν εὐάλωτοι. 4.182θεοῦ γὰρ παρόντος ὑμῖν βοηθοῦ πάντων περιφρονεῖν εὔλογον. τῆς δʼ ἀρετῆς ἔπαθλα ὑμῖν μεγάλα κεῖται πρὸς ἅπαντα τὸν βίον κτησαμένοις· αὐτή γε τὸ πρῶτον ἀγαθῶν τὸ πρέσβιστόν ἐστιν, ἔπειτα καὶ τὴν τῶν ἄλλων χαρίζεται περιουσίαν, 4.183ὡς καὶ πρὸς ἀλλήλους ὑμῖν χρωμένοις αὐτῇ μακαριστὸν ποιῆσαι τὸν βίον καὶ τῶν ἀλλοφύλων πλέον δοξαζομένους ἀδήριτον καὶ παρὰ τοῖς αὖθις τὴν εὔκλειαν ὑμῖν ὑπάρξαι. τούτων δʼ ἂν ἐφικέσθαι δυνηθείητε, εἰ τῶν νόμων οὓς ὑπαγορεύσαντός μοι τοῦ θεοῦ συνεταξάμην κατήκοοι καὶ φύλακες γένοισθε καὶ μελετῴητε τὴν σύνεσιν αὐτῶν. 4.184ἄπειμι δʼ αὐτὸς χαίρων ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς παρατιθέμενος ὑμᾶς νόμων τε σωφροσύνῃ καὶ κόσμῳ τῆς πολιτείας καὶ ταῖς τῶν στρατηγῶν ἀρεταῖς, οἳ πρόνοιαν ἕξουσιν ὑμῶν τοῦ συμφέροντος. 4.185θεός τε μέχρι νῦν ἡγεμονεύσας ἡμῖν, καθʼ οὗ βούλησιν κἀγὼ χρήσιμος ὑμῖν ἐγενόμην, οὐ μέχρι τοῦ δεῦρο στήσει τὴν αὑτοῦ πρόνοιαν, ἀλλʼ ἐφʼ ὃν αὐτοὶ βούλεσθε χρόνον τοῦτον ἔχειν προστάτην ἐν τοῖς τῆς ἀρετῆς ἐπιτηδεύμασι μένοντες, ἐπὶ τοσοῦτον αὐτοῦ χρήσεσθε τῇ προμηθείᾳ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.178 Joseph. AJ 4.183 (English) >>Joseph. AJ 4.188

Powered by PhiloLogic